Εμφάνιση αναρτήσεων με ετικέτα Αγία Γραφή. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Αγία Γραφή. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 23 Δεκεμβρίου 2011

Χριστὸς γεννᾶται, δοξάσατε


 «Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, Ἄσατε τῶ Κυρίω πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
 «Τῶ πρὸ τῶν αἰώνων, ἐκ π ἀτρὸς γεννηθέντι ἀρρεύστως Υἱῶ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῶ Θεῷ βοήσωμεν, ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας. ἐξ ὅρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τὴ δυνάμει σου Κύριε».
 «Θεὸς ὧν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν, ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογούμέν σε Φιλάνθρωπε».
 «Σπλάγχνων Ἰωνάν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήροιον ἐδέξατο, τὴ Παρθένω δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον, ἢς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».
 «Οἱ Παῖδες εὐσεβεία συντραφέντες, δυσσεβοὺς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἐστῶτες ἔψαλλον, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».
 «Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὗ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πὺρ τῆς θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν, διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
 Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον. τὴν φάτνην χωρίον, ἐν ὧ ἀνεκλίθῃ ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν».

Κυριακή 23 Μαΐου 2010

Πεντηκοστή

Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἦν ἑορτάσωμεν φαιδρώς, αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας, ἐν ταύτῃ γὰρ τὸ πύρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε, Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε.

Δευτέρα 29 Μαρτίου 2010

Ουαί υμίν

Η μεγάλη Εβδομάδα άρχισε από εχθές σε κλίμα κατανύξεως και περισυλλογής με την ακολουθία του Νυμφίου.
Αυτή την περίοδο παρακολουθούν πολλοί πιστοί, από τον συνέκδημο ή την σύνοψη τα τελούμενα, και δημιουργείται η εξής απορία. Γιατί διαβάζουμε της Δευτέρας την Κυριακή και της Τρίτης την Δευτέρας κ.ο.κ.;
Επειδή αυτές οι ακολουθίες γινόντουσαν παλαιότερα νύχτα. Προκειμένου να έχει η Εκκλησία περισσοτέρα προσέλευση πιστών τις μετάφερε στο προηγούμενο βράδυ.
Σήμερα από την περικοπή του Ευαγγελίου που θα διαβαστεί, επέλεξα ένα κομμάτι, που χρειάζεται μελέτη από τον καθένα μας χωριστά. Είναι το ΚΓ του Ματθαίου. Το εικοστό τρίτο κεφάλαιο δηλαδή. Το μεταφέρω και πολυτονικό και μονοτονικό, και παρακαλώ όλους σας να το διαβάστε με προσοχή.
Ο Λόγος του Κυρίου μας, μπορεί να απευθύνεται στο ιερατείο της εποχής Του, αλλά αυτή είναι μόνο η πρώτη εντύπωση. Απευθύνεται στο κάθε μορφής ιερατείο. Εκκλησιαστικό, πολιτικό, τραπεζικό, ποδοσφαιρικό, καλλιτεχνικό, επιχειρηματικό, στρατιωτικό, αστυνομικό, πανεπιστημιακό και σε όποιο και όποιου είδους φανταστεί κανείς. Γενικά στοχεύει και καυτηριάζει την λεγόμενη καμαρίλα.
Και όπως όλοι οι Λόγοι του Χριστού μας, είναι πάντα επίκαιρος και αληθείς.
Το μονοτονικό στο τέλος.

ΚΕΦΑΛΑΙΟΝ ΚΓ.
1 Τότε ὁ ᾿Ιησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
2 λέγων· ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
3 πάντα οὖν ὅσα ἐὰν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε· λέγουσι γάρ, καὶ οὐ ποιοῦσι.
4 δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά.
5 πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν,
6 φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων ῥαββὶ ῥαββί.
8 ὑμεῖς δὲ μὴ κληθῆτε ῥαββί· εἷς γὰρ ὑμῶνἐστιν ὁ διδάσκαλος, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
9 καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.
10 μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ Χριστός.
11 ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
12 ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται.
13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρῖμα.
14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες· ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
17 μωροὶ καὶ τυφλοί! τίς γὰρ μείζων ἐστίν ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν;
18 καὶ ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
19 μωροὶ καὶ τυφλοί! τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
20 ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ·
21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι αὐτόν·
22 καὶ ὁ ὁμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἠδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα δὲ ἔδει ποιῆσαι κἀκεῖνα μὴ ἀφιέναι.
24 ὁδηγοὶ τυφλοί, οἱ διυλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες!
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀδικίας.
26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
28 οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
30 καὶ λέγετε· εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶνπατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
31 ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.
32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
33 ὄφεις, γεννήματα ἐχιδνῶν! πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης;
34 διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς, καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν,
35 ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος ῎Αβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
36 ἀμὴν λέγω ὑμῖν ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
37 ῾Ιερουσαλὴμ ῾Ιερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
38 ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Και Μονοτονικό.
Κεφάλαιον ΚΓ΄.
Στίχοι 1-39. Ο Κύριος ελέγχει τους γραμματείς και Φαρισαίους.
1. Τότε ο Ιησούς ελάλησε τοις όχλοις και τοις μαθηταίς αυτού
2. Λέγων. επί της Μωσέως καθέδρας εκάθισαν οι γραμματείς και οι Φαρισαίοι.
3. πάντα ουν όσα εάν είπωσιν υμίν τηρείν, τηρείτε και ποιήτε, κατά δε τα έργα αυτών μη ποιείτε. λέγουσι γαρ, και ου ποιούσι.
4. δεσμεύουσι γαρ φορτία βαρέα και δυσβάστακτα και επιτιθέασιν επί τους ώμους των ανθρώπων, τω δε δακτύλω αυτών ου θέλουσι κινήσαι αυτά.
5. πάντα δε τα έργα αυτών ποιούσι προς το θεαθήναι τοις ανθρώποις. πλατύνουσι γαρ τα φυλακτήρια αυτών και μεγαλύνουσι τα κράσπεδα των ιματίων αυτών,
6. φιλούσι δε την πρωτοκλισίαν εν τοις δείπνοις και τας πρωτοκαθεδρίας εν ταις συναγωγαίς
7. και τους ασπασμούς εν ταις αγοραίς και καλείσθαι υπό των ανθρώπων ραββί ραββί.
8. υμείς δε μη κληθήτε ραββί. εις γαρ υμών έστιν ο διδάσκαλος, ο Χριστός. πάντες δε υμείς αδελφοί έστε.
9. και πατέρα μη καλέσητε υμών επί της γης. εις γαρ έστιν ο πατήρ υμών, ο εν τοις ουρανοίς.
10. μηδέ κληθήτε καθηγηταί. εις γαρ υμών έστιν ο καθηγητής, ο Χριστός.
11. ο δε μείζων υμών έσται υμών διάκονος.
12. όστις δε υψώσει εαυτόν ταπεινωθήσεται, και όστις ταπεινώσει εαυτόν υψωθήσεται.
13. Ουαί δε υμίν, γραμματείς και Φαρισαίοι υποκριταί, ότι κατεσθίετε τας οικίας των χηρών και προφάσει μακρά προσευχόμενοι. δια τούτο λήψεσθε περισσότερον κρίμα.
14. Ουαί υμίν, γραμματείς και Φαρισαίοι υποκριταί, ότι κλείετε την βασιλείαν των ουρανών έμπροσθεν των ανθρώπων. υμείς γαρ ουκ εισέρχεσθε, ουδέ τους εισερχομένους αφίετε εισελθείν.
15. Ουαί υμίν, γραμματείς και Φαρισαίοι υποκριταί, ότι περιάγετε την θάλασσαν και την ξηράν ποιήσαι ένα προσήλυτον, και όταν γένηται, ποιείτε αυτόν υιόν γεέννης διπλότερον υμών.
16. Ουαί υμίν, οδηγοί τυφλοί, οι λέγοντες. ος αν ομόση εν τω ναώ, ουδέν έστιν, ος δ’ αν ομόση εν τω χρυσώ του ναού, οφείλει.
17. μωροί και τυφλοί! τις γαρ μείζων εστίν, ο χρυσός ή ο ναός ο αγιάζων τον χρυσόν;
18. Και. ος αν ομόση εν τω θυσιαστηρίω, ουδέν έστιν, ος δ’ αν ομόση εν τω δώρω τω επάνω αυτού οφείλει.
19. μωροί και τυφλοί! τι γαρ μείζον, το δώρον ή το θυσιαστήριον το αγιάζον το δώρον;
20. ο ουν ομόσας εν τω θυσιαστηρίω ομνύει εν αυτώ και εν πάσι τοις επάνω αυτού.
21. και ο ομόσας εν τω ναώ ομνύει εν αυτώ και εν τω κατοικήσαντι αυτόν.
22 και ο ομόσας εν τω ουρανώ ομνύει εν τω θρόνω του Θεού και εν τω καθημένω επάνω αυτού.
23. Ουαί υμίν, γραμματείς και Φαρισαίοι υποκριταί, ότι αποδεκατούτε το ηδύοσμον και το άνηθον και το κύμινον, και αφήκατε τα βαρύτερα του νόμου, την κρίσιν και τον έλεον και την πίστιν. ταύτα δε έδει ποιήσαι κακείνα μη αφιέναι.
24. οδηγοί τυφλοί, οι διυλίζοντες τον κώνωπα, την δε κάμηλον καταπίνοντες!
25. Ουαί υμίν, γραμματείς και Φαρισαίοι υποκριταί, ότι καθαρίζετε το έξωθεν του ποτηρίου και της παροψίδος, έσωθεν δε γέμουσιν εξ αρπαγής και αδικίας.
26. Φαρισαίε τυφλέ, καθάρισον πρώτον το εντός του ποτηρίου και της παροψίδος, ίνα γένηται και το εκτός αυτών καθαρόν.
27. Ουαί υμίν, γραμματείς και Φαρισαίοι υποκριταί, ότι παρομοιάζετε τάφοις κεκονιαμένοις, οίτινες έξωθεν μεν φαίνονται ωραίοι, έσωθεν δε γέμουσιν οστέων νεκρών και πάσης ακαθαρσίας.
28. ούτω και υμείς έξωθεν μεν φαίνεσθε τοις ανθρώποις δίκαιοι, έσωθεν δε μεστοί έστε υποκρίσεως και ανομίας.
29. Ουαί υμίν, γραμματείς και Φαρισαίοι υποκριταί, ότι οικοδομείτε τους τάφους των προφητών και κοσμείτε τα μνημεία των δικαίων,
30. και λέγετε. ει ήμεν εν ταις ημέραις των πατέρων ημών, ουκ αν ήμεν κοινωνοί αυτών εν τω αίματι των προφητών.
31. ώστε μαρτυρείτε εαυτοίς ότι υιοί έστε των φονευσάντων τους προφήτας.
32. και υμείς πληρώσατε το μέτρον των πατέρων υμών.
33. όφεις, γεννήματα εχιδνών! Πώς φύγητε από της κρίσεως της γεέννης;
34. δια τούτο ιδού εγώ αποστέλλω προς υμάς προφήτας και σοφούς και γραμματείς, και εξ αυτών αποκτενείτε και σταυρώσετε, και εξ αυτών μαστιγώσετε εν ταις συναγωγαίς υμών και διώξετε από πόλεως εις πόλιν.
35. όπως έλθη εφ’ υμάς πάν αίμα δίκαιον εκχυνόμενον επί της γης από του αίματος Αβελ του δικαίου έως του αίματος Ζαχαρίου υιού Βαραχίου, ον εφονεύσατε μεταξύ του ναού και του θυσιαστηρίου.
36. αμήν λέγω υμίν ότι ήξει ταύτα πάντα επί την γενεάν ταύτην.
37. Ιερουσαλήμ Ιερουσαλήμ, η αποκτέννουσα τους προφήτας και λιθοβολούσα τους απεσταλμένους προς αυτήν! ποσάκις ηθέλησα επισυναγαγείν τα τέκνα σου ον τρόπον επισυνάγει όρνις τα νοσσία εαυτής υπό τας πτέρυγας, και ουκ ηθελήσατε.
38. ιδού αφίεται υμίν ο οίκος υμών έρημος.
39. λέγω γαρ υμίν, ου μη με ίδητε απ’ άρτι έως αν είπητε, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Τετάρτη 24 Μαρτίου 2010

Η προφητεία

Ένας σχολιασμός στον «Ξένο», χρειάζεται απάντηση, και την δίνω αμέσως.

Κατ’ αρχάς φίλε ανώνυμε, γιατί δεν χρησιμοποιείς ένα ψευδώνυμο έστω, να έχεις κάποια υπόσταση; Στο διαδίκτυο, ας μην κρυβόμαστε δεν υπάρχει ανώνυμος, υπάρχει το ID σου δηλωμένο και σε ανακαλύπτουμε όποτε χρειαστεί, εσύ φυσικά αγνοείς ακόμα και το τι είναι αυτό, αλλά δεν πειράζει.
Ακόμα και από τον τόπο που στέλνεις το μήνυμα σου, μπορώ να σε εντοπίσω, μην αμφιβάλεις. Αδιαφορώ διότι δεν σε θεωρώ σημαντικό.
Στο κυρίως θέμα τώρα, έχεις δίκιο λέγοντας πως αυτός ο ύμνος δεν είναι ο μόνος που δεν ακούει κανείς από το εκκλησίασμα, από την οχλοβοή που γίνεται μετά την επιστροφή του Επιταφίου Χριστού, κανείς δεν ακούει της Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα (Κέφ. ΛΖ', 1-14).
Θα την αναρτήσω για όσους ενδιαφέρονται να την διαβάσουν.
Έχεις άδικο να ισχυρίζεσαι πως μόνο πολυτονικά πρέπει να αποδίδονται τα κείμενα αυτά. Χάνουν ασφαλώς από το νόημα τους, πολλές φορές, αλλά αναλογίσου πόσοι δεν διαθέτουν πολυτονικές γραμματοσειρές, και βλέπουν τετράγωνα αντί για γράμματα. Και αν εσύ είσαι βολεμένος στην Ελλάδα μας, σκέψου πως τον Πυθαγόρα τον βλέπουν από περισσότερες των είκοσι χωρών. Σημασία έχει να διαβάσουν και να εντρυφήσουν στα γραφόμενα. Δεν κινδυνεύει η πίστη των Πατέρων μας από δύο περισπωμένες και λίγες δασείες. Ο φανατισμός και τα άκρα είναι πάντα του διαβόλου.

Το κείμενο της προφητείας σε μονοτονικό πρώτα, χάριν γούστου και ύστερα σε πολυτονικό.
Προφητείας Ιεζεκιήλ τό Ανάγνωσμα
(Κεφ. ΛΖ', 1-14)
Εγένετο επ' εμέ χείρ Κυρίου, καί εξήγαγέ με εν πνεύματι Κυρίου, καί έθηκέ με εν μέσω τού πεδίου, καί τούτο ήν μεστόν οστέων ανθρωπίνων, καί περιήγαγέ με επ' αυτά, κύκλωθεν κύκλω, καί ιδού πολλά σφόδρα, επί προσώπου τού πεδίου, καί ιδού ξηρά σφόδρα. Καί είπε πρός με. Υιέ ανθρώπου, εί ζήσεται τά οστέα ταύτα; καί είπα. Κύριε, Κύριε, σύ επίστασαι ταύτα. Καί είπε πρός με. Προφήτευσον επί τά οστά ταύτα, καί ερείς αυτοίς. Τά οστά τά ξηρά, ακούσατε λόγον Κυρίου, τάδε λέγει Κύριος τοίς οστέοις τούτοις. Ιδού εγώ φέρω εις υμάς πνεύμα ζωής, καί δώσω εις υμάς νεύρα, καί ανάξω εις υμάς σάρκας, καί εκτενώ εφ' υμάς δέρμα, καί δώσω πνεύμά μου εις υμάς, καί ζήσεσθε, καί γνώσεσθε, ότι εγώ ειμι Κύριος. Καί προεφήτευσα, καθώς ενετείλατό μοι Κύριος. Καί εγένετο φωνή εν τώ εμέ προφητεύσαι, καί ιδού σεισμός, καί προσήγαγε τά οστά, εκάτερον πρός τήν αρμονίαν αυτού. Καί είδον, καί ιδού επ' αυτά νεύρα καί σάρκες εφύοντο, καί ανέβαινεν επ' αυτά δέρμα επάνω, καί πνεύμα ουκ ήν εν αυτοίς. Καί είπε πρός με. Προφήτευσον, επί τό πνεύμα, υιέ ανθρώπου, προφήτευσον, καί είπε τώ πνεύματι. Τάδε λέγει Κύριος Κύριος. Εκ τών τεσσάρων πνευμάτων ελθέ, καί εμφύσησον εις τούς νεκρούς τούτους, καί ζησάτωσαν. Καί προεφήτευσα, καθ' ό, τι ενετείλατό μοι, καί εισήλθεν εις αυτούς τό πνεύμα, καί έζησαν, καί έστησαν επί τών ποδών αυτών, συναγωγή πολλή σφόδρα. Καί ελάλησε Κύριος πρός με, λέγων. Υιέ ανθρώπου, τά οστά ταύτα, πάς οίκος Ισραήλ εστιν, αυτοί λέγουσι. Ξηρά γέγονε τά οστά ημών, απώλωλεν η ελπίς ημών, διαπεφωνήκαμεν. Διά τούτο προφήτευσον, καί ειπέ πρός αυτούς. Τάδε λέγει Κύριος Κύριος. Ιδού εγώ ανοίγω τά μνήματα υμών, καί ανάξω υμάς εκ τών μνημάτων υμών, καί εισάξω υμάς εις τήν γήν τού Ισραήλ, καί γνώσεσθε, ότι εγω' ειμι Κύριος, εν τώ ανοίξαί με τούς τάφους υμών, τού αναγαγείν με εκ τών τάφων τόν λαόν μου. Καί δώσω πνεύμά μου εις υμάς, καί ζήσεσθε, καί θήσομαι υμάς επί τήν γήν υμών, καί γνώσεσθε, ότι εγώ Κύριος, ελάλησα, καί ποιήσω, λέγει Κύριος Κύριος.

Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα
(Κέφ. ΛΖ', 1-14)
Ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἣν μεστὸν ὀστέων ἀνθρωπίνων, καὶ περιήγαγέ με ἐπ' αὐτά, κύκλωθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα, ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρὸς με. Υἱὲ ἀνθρώπου, εἶ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα. Κύριε, Κύριε, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρὸς με. Προφήτευσον ἐπὶ τὰ ὀστὰ ταῦτα, καὶ ἐρεὶς αὐτοῖς. Τὰ ὀστὰ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου, τάδε λέγει Κύριος τοὶς ὀστέοις τούτοις. Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἀνάξω εἰς ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω πνεύμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγὼ εἰμι Κύριος. Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοὶ Κύριος. Καὶ ἐγένετο φωνὴ ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστά, ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον, καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἣν ἐν αὐτοῖς. Καὶ εἶπε πρὸς με. Προφήτευσον, ἐπὶ τὸ πνεῦμα, υἱὲ ἀνθρώπου, προφήτευσον, καὶ εἶπε τῶ πνεύματι. Τάδε λέγει Κύριος Κύριος. Ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθέ, καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν. Καὶ προεφήτευσα, καθ' ὅ, τὶ ἐνετείλατό μοί, καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν, καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα. Καὶ ἐλάλησε Κύριος πρὸς με, λέγων. Υἱὲ ἀνθρώπου, τὰ ὀστὰ ταῦτα, πᾷς οἶκος Ἰσραὴλ ἐστιν, αὐτοὶ λέγουσι. Ξηρὰ γέγονε τὰ ὀστὰ ἡμῶν, ἀπώλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν. Διὰ τοῦτο προφήτευσον, καὶ εἰπὲ πρὸς αὐτούς. Τάδε λέγει Κύριος Κύριος. Ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν, καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν, καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γὴν τοῦ Ἰσραήλ, καὶ γνώσεσθε, ὅτι ἐγω' εἰμι Κύριος, ἐν τῷ ἀνοίξαί με τοὺς τάφους ὑμῶν, τοῦ ἀναγαγεῖν μὲ ἐκ τῶν τάφων τὸν λαόν μου. Καὶ δώσω πνεύμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γὴν ὑμῶν, καὶ γνώσεσθε, ὅτι ἐγὼ Κύριος, ἐλάλησα, καὶ ποιήσω, λέγει Κύριος Κύριος.

Σάββατο 23 Ιανουαρίου 2010

ΨΑΛΜΟΣ ΡΓ΄.

Ψλ103:1 Τῷ Δαυιδ. Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον. κύριε ὁ θεός μου, ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω
Ψλ103:2 ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
Ψλ103:3 ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
Ψλ103:4 ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρός φλόγα
Ψλ103:5 ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ψλ103:6 ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
Ψλ103:7 ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν.
Ψλ103:8 ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτοῖς·
Ψλ103:9 ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν.
Ψλ103:10 ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
Ψλ103:11 ποτιοῦσιν πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν·
Ψλ103:12 ἐπ’ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσιν φωνήν.
Ψλ103:13 ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Ψλ103:14 ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
Ψλ103:15 καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Ψλ103:16 χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσεν·
Ψλ103:17 ἐκεῖ στρουθία ἐννοσσεύσουσιν, τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.
Ψλ103:18 ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοίς.
Ψλ103:19 ἐποίησεν σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Ψλ103:20 ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ,
Ψλ103:21 σκύμνοι ὠρυόμενοι ἁρπάσαι καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς.
Ψλ103:22 ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται·
Ψλ103:23 ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Ψλ103:24 ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτήσεώς σου.
Ψλ103:25 αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων·
Ψλ103:26 ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.
Ψλ103:27 πάντα πρὸς σὲ προσδοκῶσιν δοῦναι τὴν τροφὴν αὐτοῖς εὔκαιρον.
Ψλ103:28 δόντος σου αὐτοῖς συλλέξουσιν, ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος.
Ψλ103:29 ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται· ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Ψλ103:30 ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Ψλ103:31 ἤτω ἡ δόξα κυρίου εἰς τὸν αἰῶνα, εὐφρανθήσεται κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·
Ψλ103:32 ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
Ψλ103:33 ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω·
Ψλ103:34 ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ κυρίῳ.
Ψλ103:35 ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς. εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον

Σάββατο 24 Οκτωβρίου 2009

Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε

 Ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε·
ὁ γὰρ κύριος ἐδόξασεν πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ’ υἱοῖς.
ὁ τιμῶν πατέρα ἐξιλάσκεται ἁμαρτίας,
καὶ ὡς ὁ ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.
ὁ τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.
ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ·
καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν.
ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτοῦ·
εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια.
μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστίν σοι δόξα πατρὸς ἀτιμία·
ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ.
τέκνον, ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ·
κἂν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύι σου.
ἐλεημοσύνη γὰρ πατρὸς οὐκ ἐπιλησθήσεται καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι.
ἐν ἡμέρᾳ θλίψεώς σου ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι.
ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα, καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ.
Τέκνον, ἐν πραύτητι τὰ ἔργα σου διέξαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ.
ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, καὶ ἔναντι κυρίου εὑρήσεις χάριν·

Παρασκευή 9 Οκτωβρίου 2009

Σοφία Σειράχ

Από την Παλαιά Διαθήκη οδηγίες σωφροσύνης
Σοφία Σειράχ
ΚΕΦΑΛΑΙΟΝ Η΄.
Σειρ8:1 Μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μήποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ.

Σειρ8:2 μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μήποτε ἀντιστήσῃ σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσεν τὸ χρυσίον καὶ καρδίας βασιλέων ἐξέκλινεν.

Σειρ8:3 μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα.

Σειρ8:4 μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου.

Σειρ8:5 μὴ ὀνείδιζε ἄνθρωπον ἀποστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτίμοις.

Σειρ8:6 μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ· καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσιν.

Σειρ8:7 μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ· μνήσθητι ὅτι πάντες τελευτῶμεν.

Σειρ8:8 μὴ παρίδῃς διήγημα σοφῶν καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν.

Σειρ8:9 μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ’ αὐτῶν μαθήσῃ σύνεσιν καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν.

Σειρ8:10 μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ.

Σειρ8:11 μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ, ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου.

Σειρ8:12 μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου· καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου.

Σειρ8:13 μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου· καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτείσων φρόντιζε.

Σειρ8:14 μὴ δικάζου μετὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτῷ.

Σειρ8:15 μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατὰ σοῦ· αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ.

Σειρ8:16 μετὰ θυμώδους μὴ ποιήσῃς μάχην καὶ μὴ διαπορεύου μετ’ αὐτοῦ τὴν ἔρημον· ὅτι ὡς οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστιν βοήθεια, καταβαλεῖ σε.

Σειρ8:17 μετὰ μωροῦ μὴ συμβουλεύου· οὐ γὰρ δυνήσεται λόγον στέξαι.

Σειρ8:18 ἐνώπιον ἀλλοτρίου μὴ ποιήσῃς κρυπτόν· οὐ γὰρ γινώσκεις τί τέξεται.

Σειρ8:19 παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε σὴν καρδίαν, καὶ μὴ ἀναφερέτω σοι χάριν.