Παρασκευή 23 Δεκεμβρίου 2011

Χριστὸς γεννᾶται, δοξάσατε


 «Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, Ἄσατε τῶ Κυρίω πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται».
 «Τῶ πρὸ τῶν αἰώνων, ἐκ π ἀτρὸς γεννηθέντι ἀρρεύστως Υἱῶ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῶ Θεῷ βοήσωμεν, ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, ἅγιος εἶ Κύριε».
«Ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας. ἐξ ὅρους ὁ αἰνετὸς κατασκίου δασέος ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τὴ δυνάμει σου Κύριε».
 «Θεὸς ὧν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον ἀπέστειλας ἡμῖν, ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογούμέν σε Φιλάνθρωπε».
 «Σπλάγχνων Ἰωνάν, ἔμβρυον ἀπήμεσεν ἐνάλιος θήροιον ἐδέξατο, τὴ Παρθένω δέ, ἐνοικήσας ὁ Λόγος, καὶ σάρκα λαβὼν διελήλυθε φυλάξας ἀδιάφθορον, ἢς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον».
 «Οἱ Παῖδες εὐσεβεία συντραφέντες, δυσσεβοὺς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐκπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἐστῶτες ἔψαλλον, ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ».
 «Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον, οὗ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πὺρ τῆς θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν, διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας».
 Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
«Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον. τὴν φάτνην χωρίον, ἐν ὧ ἀνεκλίθῃ ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὃν ἀνυμνοῦντες μεγαλύνομεν».

Δεν υπάρχουν σχόλια: