Ἡ πρώτη καὶ ἡ τελευταία παράγραφος τῆς κατηχήσεως τοῦ ὑποψηφίου
Μοναχοῦ.
Βλέπε, τέκνον, οἵας συνθήκας δίδως τῷ Δεσπότη Χριστῷ. Ἄγγελοι γὰρ πάρεισιν ἀοράτως,
ἀπογραφόμενοι τὴν ὁμολογίαν σου ταύτην, ἥν καὶ μέλλεις ἀπαιτεῖσθαι ἐν τῇ
δευτέρα Παρουσίᾳ τοῦ Κυρίου ἠμῶν Ἰησοῦ
Χριστοῦ.
Γίνωσκε οὗν ἀπὸ τῆς παρούσης ἡμέρας σταυροῦσθαι, καὶ νεκροῦσθαι
τῷ κόσμῳ, διὰ τῆς τελειοτάτης ἀποταγῆς, ἀποτάσσῃ γὰρ γονεῦσιν, ἀδελφοῖς,
γυναικί, τέκνοις, πατράσι, συγγενείαις, ἐταιρείαις, φίλοις, συνήθεσι, τοῖς ἐν
κόσμῳ θορύβοις, φροντίσι, κτήνεσιν, ὑπάρξεσι, τῇ καινῇ καὶ ματαῖᾳ ἡδονῇ τε καὶ
δόξῃ. καὶ ἀπαρνεῖσαι οὐ
μόνον τὰ προειρημένα, ἀλλ’ ἔτι καὶ τὴν σεαυτοῦ ψυχήν, κατὰ τὴν φωνὴν τοῦ
Κυρίου, τὴν λέγουσαν «ὅστις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω
τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοί». Ἐπὶ οὗν ἀληθῶς ἀκολουθεῖν αὐτῷ ἠρετήσω,
καὶ εἰ ἀψευδῶς κληθῆναι αὐτοῦ μαθητὴς ἐπιποθεῖς, ἐτοιμάσθητι ἀπὸ τοῦ παρόντος,
μὴ πρὸς ἄνεσιν, μὴ πρὸς ἀμεριμνίαν, μὴ πρὸς τρυφάς, μὴ πρὸς ἄλλο τί τῶν ἐπὶ τῆς
γῆς τερπνῶν τε καὶ ἀπολαυστικῶν ἀλλὰ πρὸς ἀγῶνας πνευματικούς, πρὸς ἐγκράτειαν
σαρκός, πρὸς κάθαρσιν ψυχῆς, πρὸς πτωχείαν εὐτελῆ, πρὸς πένθος ἀγαθόν, πρὸς
πάντα τὰ λυπηρὰ καὶ ἐπίπονα τῆς χαροποιοῦ κατὰ Θεὸν ζωῆς. καὶ γὰρ πεινᾶσαι ἔχεις, καὶ διψῆσαι, καὶ γυμνητεῦσαι, ὑβρισθῆναι
τε καὶ χλευασθῆναι, ὀνειδισθῆναί τε καὶ διωχθῆναι, καὶ πολλοῖς περιαχθῆναι
λυπηροῖς, οἶς ἡ κατὰ Θεὸν ζωὴ χαρακτιρίζεται. Καὶ ὅταν ταῦτα πάθεις, Χαῖρε,
φησίν, ὅτι πολὺς ὁ μισθός σου ἐν τοῖς οὐρανοῖς ὑπάρχει.
Δία τοῦτο ἀπέστω ἀπό σου ἀνηκοΐα, ἀντιλογία, ὑπερηφάνεια, ἔρις,
ζῆλος, φθόνος, θυμός, κραυγή, βλασφημία, λαθροφαγία, παρρησία, μερικὴ φιλία,
περπερεία, φιλονεικία, γογγυσμός, ψιθυρισμός, ἐπίκτησις ἰδιάζουσα οἰκτροῦ
πράγματος, καὶ τὰ ἄλλα πάντα τῆς κακίας εἴδη, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ
τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ‘ριζοὺν ἄρχεται ἐν αὐτοῖς ὁ τῶν ψυχῶν φθορεύς.
Μᾶλλον δέ, ἂντ’ αὐτῶν, κτῆσαι τὰ πρέποντα Ἁγίοις φιλαδελφίαν, ἡσυχίαν, ἐπιείκειαν,
εὐλάβειαν, μελέτην τῶν Θείων λογίων, ἀνάγνωσιν, τήρησιν καρδίας ἐκ ‘ρυπαρῶν
λογισμῶν, ἐργασίαν τὴν κατὰ δύναμιν, ἐγκράτειαν, ὑπομονὴν μέχρι θανάτου, ἒφ’ ὧ Πατρὶ
τὰς συνθήκας σου ἔδωκας πρῶτον καὶ τελευταῖον ἐξαγγελίαν τῶν τῆς καρδίας σου
κρυπτῶν, καθὼς αἱ Θεῖαι ὑποθῆκαι διαγορεύουσιν: . . . . .
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου